
Ἀθλητικὴν ὁδεύσασα ὁδόν, προγονικὴν ἐξέφυγες βουλήν
Ήχος Πλάγιος του Β΄.
Μέλος Στεφάνου Λαμπαδαρίου εκ της Μουσικής Κυψέλης τόμος Α΄.
Ἀθλητικὴν ὁδεύσασα ὁδόν,
προγονικὴν ἐξέφυγες βουλήν,
Βαρβάρα πανσεβάσμιε,
καὶ ὡς μὲν Παρθένος φρονίμη,
λαμπαδηφόρος εἰσῆλθες,
εἰς τὰς αὐλὰς τοῦ Κυρίου σου,
ὡς δὲ Μάρτυς ἀνδρεία,
χάριν ἔλαβες ἰατρεύειν,
τῆς σαρκὸς σαθρὰν λύμην.
Ἀλλὰ καὶ ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε,
ψυχικῶν ἀλγηδόνων ἐκλύτρωσαι,
ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.
Ακούστε το Δοξαστικό των Αίνων της Αγίας Βαρβάρας της Μεγαλομάρτυρος
~ Ερμηνεύει ο Λαμπαδάριος του Ιερού Ναού Αγίας Βαρβάρας Πατρών και Δάσκαλος της Ψαλτικής Τέχνης, Σταματόπουλος Διονύσιος.